HONOUR EXAMINATION. GREEK.-PART I. (TRANSLATION.) 1. Translate, with concise notes (a) ΠΡ. ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις, ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή νῦν δ ̓ οὐδέν ἐστι τέρμα μοι προκείμενον μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος. ΙΩ. ἦ γάρ ποτ ̓ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία; ΠΡ. ήδοι αν, οἶμαι, τήνδ' ἰδοῦσα συμφοράν. ΙΩ. πῶς δ ̓ οὐκ ἂν, ἥτις ἐκ Διὸς πάσχω κακῶς; ΠΡ. ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα. ΙΩ. πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται; ΠΡ. αὐτὸς πρὸς αὑτοῦ κενοφρόνων βουλευμάτων. ΙΩ. ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη. ΠΡ. γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ ̓ ἀσχαλᾷ. ΙΩ. θέορτον, ἢ βρότειον; εἰ ῥητὸν, φράσον. ΠΡ. τί δ' ὄντιν'; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε. (3) Καλῶς κατάθες. Γράψας, ὅπως ἂν οἱ πλουσιώ τατοι λητουργῶσι, μηδέν' εἶναι ἀτελῆ, προσέγραψε πλὴν τῶν ἀφ' Αρμοδίου καὶ ̓Αριστογείτονος. τίνος εἵνεκ, εἶχε τὸ τῶν ἱερῶν τέλος ἐστὶ λητουργεῖν ; αὐτὸς γάρ οὑτωσὶ τἀναντία τῇ στήλῃ γεγραφώς, ἂν τοῦτο λέγῃ, φανήσεται ἡδέως δ' ἂν ἔγωγ ̓ ἐροίμην Λεπτίνην, τίνος αὐτοῖς τὴν ἀτέλειαν ἢ σὺ νῦν κατα λείπειν φήσεις ἢ ἐκείνους τότε δοῦναι, τὰς λητουργίας ὅταν εἶναι φῆς ἱερῶν; τῶν μὲν γὰρ εἰς τὸν πόλεμον πασῶν εἰσφορῶν καὶ τριηραρχιῶν ἐκ τῶν παλαιῶν νόμων οὐκ εἰσὶν ἀτελεῖς τῶν δὲ λῃτουργιῶν, εἴπερ εἰσὶν ἱερῶν, οὐδ ̓ ἔχουσιν. ἀλλὰ μὴν γέγραπταί γι ἀτελεῖς αὐτοὺς εἶναι. τίνος; ἢ τοῦ μετοικίου; τοῦτο γὰρ λοιπόν. οὐ δήπου, ἀλλὰ τῶν ἐγκυκλίων λῃτουργιῶν, ὡς ἥ τε στήλη δηλοῖ, καὶ σὺ προσδιώρισας ἐν τῷ νόμῳ, καὶ μαρτυρεῖ πᾶς ὁ πρὸ τοῦ χρόνος γεγονώς, ἐν ᾧ τοσούτῳ τὸ πλῆθος ὄντι οὔτε φυλὴ πώποτ' ἐνεγκεῖν ἐτόλμησεν οὐδεμία οὐδένα τῶν ἀπ' ἐκείνων χορηγὸν οὔτ ̓ ἐνεχθεὶς αὐτοῖς ἄλλος οὐδεὶς ἀντιδοῦναι. (c) καί μοι ἐνταῦθα, ὦ Ζεῦ—μόνοι γάρ ἐσμεν καὶ οὐδεὶς ἄνθρωπος πάρεστι τῷ ξυλλόγῳ ἔξω Ηρακλέους καὶ Διονύσου καὶ Γανυμήδους καὶ Ασκληπιοῦ, τῶν παρεγγράπτων τούτων—ἀπόκριναι μετ ̓ ἀληθείας, εἴ ποτέ σοι ἐμέλησεν ἐς τοσοῦτον τῶν ἐν τῇ γῇ, ὡς ἐξετάσαι τίνες αὐτῶν οἱ φαῦλοι ἢ οἵτινες οἱ χρηστοί εἰσιν· ἀλλ ̓ οὐκ ἂν εἴποις. εἰ γοῦν μὴ ὁ Θησεὺς ἐκ Τροιζῆνος ἐς ̓Αθήνας ἰὼν ὁδοῦ πάρεργον ἐξέκοψε τοὺς κακούργους, ὅσον ἐπὶ σοὶ καὶ τῇ σῇ προνοία οὐδὲν ἂν ἐκώλυεν ἐντρυφῶντας ζῆν ταῖς τῶν παρόδοιπορούντων σφαγαῖς τὸν Σκείρωνα καὶ τὸν Πιτυοκάμπτην καὶ Κερκυόνα καὶ τοὺς ἄλλους· ἢ εἴ γε μὴ ὁ Ευρυσθεύς, ἀνὴρ ἀρχαῖος καὶ προνοητικός, ὑπὸ φιλαν θρωπίας ἀναπυνθανόμενος τὰ παρ' ἑκάστοις ἐξέπεμπε τουτονὶ τὸν οἰκέτην αὑτοῦ, ἐργατικὸν ἄνθρωπον καὶ πρόθυμον ἐς τοὺς πόνους, ὁ Ζεὺς σὺ ὀλίγον ἐφρόντιζες ἂν τῆς Ὕδρας. (α) ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς δώῃ τόνδε γ ̓ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι· σοὶ δὲ, κυβερνῆθ', ὧδ ̓ ἐπιτέλλομαι· ἀλλ ̓ ἐνὶ θυμῷ βάλλεν, ἐπεὶ νηὸς γλαφυρῆς οἰήμα νωμᾷς. τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε Ὣς ἐφάμην, οἱ δ ̓ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. 2. Parse σύθην, ὄσσοις, τέθραπται, ἐκέκαστο, ἀνήφθω, τάρπησαν. 3. Discuss briefly the origin and development of the myth of Prometheus. 4. Explain χορηγία in both its uses. Enumerate the various λητουργίαι. 5. Comment on the construction of οὐδὲν γὰρ δεήσει με ταῦτα ἔχοντα—τὴν ὥραν λουσάμενον-οὐκ ἔστιν ὅτῳ μεῖζονα μοῖραν νείμαιμ' ἢ σοί—πόλεμος άπορα πόριμος—μᾶλλον ἥρμοττε τῶν ἀτυχημάτων ἀφαιρεῖν ἢ τὰς δωρεὰς ἀφαιρεῖσθαι —οὐδὲ πολλοῦ δεῖ—χολωσάμενός τι βοῶν. 6. Translate (a) ὅπως δ' ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος εἷς γὰρ τις ἦν ἕκαστος οὐξειργασμένος, τὸ πρᾶγμα βουλεύσαντι μηδ' εἰργασμένῳ. (6) Ομολογεῖται μὲν γὰρ τὴν πόλιν ἡμῶν ἀρχαιοτάτην εἶναι καὶ μεγίστην καὶ παρὰ πᾶσιν ἀνθρώποις. οὕτω δὲ καλῆς τῆς ὑποθέσεως οὔσης, ἐπὶ τοῖς ἐχομένοις τούτων ἔτι μᾶλλον ἡμᾶς προσήκει τιμᾶσθαι. ταύτην γὰρ οἰκοῦμεν οὐχ ἑτέρους ἐκβαλόντες οὐδ ̓ ἐρήμην καταλαβόντες οὐδ ̓ ἐκ πολλῶν ἐθνῶν μιγάδες συλλεγέντες, ἀλλ ̓ οὕτω καλῶς καὶ γνησίως γεγόναμεν, ὥστ ̓ ἐξ ἧσπερ ἔφυμεν, ταύτην ἔχοντες ἅπαντα τὸν χρόνον διατελοῦμεν, αὐτόχθονες ὄντες καὶ τῶν ὀνομα άτων τοῖς αὐτοῖς οἷσπερ τοὺς οἰκειοτάτους τὴν πόλιν ἔχοντες προσειπεῖν· μόνοις γὰρ ἡμῖν τῶν Ἑλλήνων τὴν αὐτὴν τροφὴν καὶ πατρίδα καὶ μητέρα καλέσαι προσήκει. καίτοι χρὴ τοὺς εὐλόγως μέγα φρονοῦντας καὶ περὶ τῆς ἡγεμονίας δικαίως ἀμφισβητοῦντας καὶ τῶν πατρίων πολλάκις μεμνημένους, τοιαύτην τὴν ἀρχὴν τοῦ γένους ἔχοντας φαίνεσθαι. LATIN.-PART I. (TRANSLATION.) 1. Translate, with full marginal notes (α) Troiugena, interpres divum, qui numina Phoebi, Qui tripodas, Clarii laurus, qui sidera sentis Et volucrum linguas et praepetis omina pinnae, Fare age-namque omnem cursum mihi prospera dixit Religio, et cuncti suaserunt numine divi Italiam petere et terras temptare repostas ; Sola novum dictuque nefas Harpyia Celaeno Prodigium canit, et tristis denuntiat iras, Obscenamque famem-quae prima pericula vito? Quidve sequens tantos possim superare labores? (b) Haec loca vi quondam et vasta convolsa ruina— Tantum aevi longinqua valet mutare vetustas— Dissiluisse ferunt, cum protinus utraque tellus Una foret; venit medio vi pontus et undis Hesperium Siculo latus abscidit, arvaque et urbes Litore diductas angusto interluit aestu. (c) Si aut pacem in Italia aut id bellum eumque hostem haberemus, in quo negligentiae laxior locus esset, qui vestris studiis, quae in campum ad mandandos, quibus velitis, honores affertis, moram ullam offerret, is mihi parum meminisse videretur vestrae libertatis; sed cum in hoc bello, in hoc hoste nunquam ab ullo duce sine ingenti nostra clade erratum sit, eadem vos cura, qua in aciem armati descenditis, inire suffragium ad creandos consules decet et sibi sic quemque dicere: "Hannibali imperatori parem consulem nomino." Explain the syntax of each finite mood and tense in the above. (d) "At Novius collega gradu post me sedet uno; Namque est ille, pater quod erat meus." tibi Paullus Hoc Et Messalla videris ? At hic, si plostra Concurrantque foro tria funera, magna sonabit hoc nos. |