ภาพหน้าหนังสือ
PDF
ePub

(6) Sed ut in subitis consiliis naves deerant: ratio et constantia ducis transvexit. Depositis omnibus sarcinis lectissimos auxiliarium, quibus nota vada et proprius nandi usus, quo simul seque et arma et equos regunt, ita repente inmisit, ut obstupefacti hostes, qui classem, qui navis, qui mare expectabant, nihil arduum aut invictum crediderint sic ad bellum venientibus. Ita petita pace ac dedita insula clarus ac magnus haberi Agricola, quippe cui ingredienti provinciam, quod tempus alii per ostentationem et officiorum ambitum transigunt, labor et periculum placuisset. Nec Agricola prosperitate rerum in vanitatem usus, expeditionem aut victoriam vocabat victos continuisse; ne laureatis quidem gesta prosecutus est, sed ipsa dissimulatione famae famam auxit, aestimantibus quanta futuri spe tam magna

tacuisset.

GREEK.-PART II. (TRANSLATION.)
Professor Tucker and Mr. Tubbs.

1. Translate, with brief marginal notes where you think them desirable

(α) ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς δώῃ τόνδε γ ̓ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι· σοὶ δὲ, κυβερνῆθ', ὧδ ̓ ἐπιτέλλομαι· ἀλλ ̓ ἐνὶ θυμῷ βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς. τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίες, μή σε λάθησι κεῖσ ̓ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλησθα.

Ὣς ἐφάμην, οἱ δ ̓ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. Σκύλλην δ ̓ οὐκέτ ̓ ἐμυθεύμην, ἄπρηκτον ἀνίην, μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αυτούς.

(5) ΕΤ. οὐ σιγα μηδὲν τῶνδ ̓ ἐρεῖς κατὰ πτόλιν;
ΧΟ. ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.
ΕΤ. οὐκ ἐς φθόρον σιγῶσ ̓ ἀνασχήσει τάδε;
ΧΟ. θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.
ΕΤ. αὐτὴ σὺ δουλοῖς καὶ σὲ καὶ πᾶσαν πόλιν.
ΧΟ. ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.
ΕΤ. ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.
ΧΟ. μοχθηρὸν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.
ΕΤ. παλινστομεῖς αὖ θιγγάνουσ ̓ ἀγαλμάτων;
ΧΟ. ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.
ΕΤ. αιτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.
ΧΟ. λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ' είσομαι.

(ε) πῶς οὖν ἔσται τοῦτο; ἐὰν πολλὰς ὁδοὺς δῷ διὰ τῶν νόμων ἐπὶ τοὺς ἠδικηκότας, οἷον τῆς κλοπῆς. ἔρρωσαι καὶ σαυτῷ πιστεύεις ἅπαγε ἐν χιλίαις δ' ὁ κίνδυνος. ἀσθενέστερος εἶ· τοῖς ἄρχουσιν ἐφηγοῦ· τοῦτο ποιήσουσιν ἐκεῖνοι. φοβεῖ καὶ τοῦτο γράφου. καταμέμφει σεαυτὸν καὶ πένης ὢν οὐκ ἂν ἔχοις χιλίας ἐκτῖσαι δικάζου κλοπῆς πρὸς διαιτητὴν, καὶ οὐ κινδυνεύσεις. τούτων οὐδέν ἐστι τὸ αὐτό. τῆς ἀσε βείας κατὰ ταὐτὰ ἔστιν ἀπάγειν, γράφεσθαι, δικάζεσθαι πρὸς Εὐμολπίδας, φράζειν πρός τὸν βασιλέα. περὶ τῶν ἄλλων ἁπάντων τὸν αὐτὸν τρόπον σχεδόν. εἰ δή τις ὡς μὲν οὐχὶ κακουργός ἐστι μὴ λέγοι, ἢ ὡς οὐκ ἀσεβὴς, ἢ ὅ τι δήποτ' εἴη δι' ὃ κρίνοιτο, διὰ ταῦτα δ' ἐκφεύγειν ἀξιοίη, εἰ μὲν ἀπηγμένος εἴη, διότι πρὸς διαιτητὴν ἐξῆν αὐτῷ λαχεῖν καὶ γράφεσθαι χρῆν, εἰ δὲ πρὸς διαιτητῇ φεύγοι, ὅτι χρῆν σε ἀπάγειν, ἵν' ἐκινδύνευες περὶ χιλιῶν, γέλως ἂν εἴη δήπουθεν.

(α) Εὖ λέγεις, καὶ ἀνορωρύχθω θησαυρὸς ὑπὸ τὸν Ἑρμῆν τὸν λίθινον, ὅς ἐστιν ἡμῖν ἐν τῇ αὐλῇ, μέδιμνοι χίλιοι χρυσίου ἐπισήμου. εὐθὺς οὖν κατὰ τὸν Ἡσίοδον οἶκος τὸ πρῶτον, ὡς ἂν ἐπισημότατα οἰκοίην, καὶ τὰ περὶ τὸ ἄστυ πάντα ὠνησάμην ἤδη πλὴν ὅσα Ισθμοῖ καὶ Πυθοῖ, καὶ ἐν Ἐλευσῖνι ὅσα ἐπὶ θαλάττῃ καὶ περὶ τὸν Ἰσθμὸν ὀλίγα τῶν ἀγώνων ἕνεκα, εἴ ποτε δὴ τὰ Ισθμια ἐπιδημήσαιμι, καὶ τὸ Σικυώνιον πεδίον, καὶ ὅλως εἴ πού τι συνηρεφὲς ἢ ἔνυδρον ἢ εὐκαρπον ἐν τῇ Ελλάδι, πάντα ἐν ὀλίγῳ ̓Αδειμάντου ἔστω. ὁ χρυσὸς δὲ κοῖλος ἡμῖν ἐμφαγεῖν, τὰ δὲ ἐκπώματα οὐ κούφα ὡς τὰ Ἐχεκράτους, ἀλλὰ διτάλαντον ἕκαστον τὴν ὁλκήν.

(ε) ἦνθον γὰρ κἠγών, ναὶ τὸν γλυκύν, ἦνθον, ἔρωτα, ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος, αὐτίκα νυκτός, μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, κρατὶ δ ̓ ἔχων λεύκαν, Ηρακλέος ἱερὸν ἔρνος, πάντοθε πορφυρέῃσι περὶ ζώστρῃσιν ἑλικτάν. (f) ὣς ἐφάμαν ἐπίταδες· ὁ δ ̓ αἰπόλος ἡδὺ γελάξας, τάν τοι, ἔφα, κορύναν δωρύττομαι, οἵνεκεν ἐσσὶ πᾶν ἐπ' ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος. ὥς μοι καὶ τέκτων μέγ' ἀπέχθεται, ὅστις ἐρευνῇ ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον Ωρομέδοντος, καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.

(9) Μῖνα τὸν πρῶτον βασιλεύσαντα Αἰγύπτου οἱ ἱρέες ἔλεγον τοῦτο μὲν ἀπογεφυρῶσαι τὴν Μέμφιν. τὸν γὰρ ποταμὸν πάντα ῥέειν παρὰ τὸ ὄρος τὸ ψάμμενον πρὸς Λιβύης, τὸν δὲ Μῖνα ἄνωθεν, ὅσον τε ἑκατὸν σταδίους ἀπὸ Μέμφιος, τὸν πρὸς μεσαμβρίης ἀγκῶνα προσχώσαντα τὸ μὲν ἀρχαῖον ῥέεθρον ἀποξηρῆναι, τὸν δὲ ποταμὸν ὀχετεῦσαι τὸ μέσον τῶν ὀρέων ῥέειν. ἔτι δὲ καὶ νῦν ὑπὸ Περσέων ὁ ἀγκὼν οὗτος τοῦ Νείλου ὡς ἀπεργμένος ῥέῃ ἐν φυλακῇσι μεγάλῃσι ἔχεται, φρασσόμενος ἀνὰ πᾶν ἔτος. εἰ γὰρ ἐθελήσει ρήξας

ὑπερβῆναι ὁ ποταμὸς ταύτῃ, κίνδυνος πάσῃ Μέμφι κατακλυσθῆναι ἐστι. ὡς δὲ τῷ Μῖνι τούτῳ τῷ πρώτῳ γενομένῳ βασιλέι χέρσον γεγονέναι τὸ ἀπεργμένον, τοῦτο μὲν ἐν αὐτῷ πόλιν κτίσαι ταύτην ἥτις νῦν Μέμφις καλέεται

2. What rationalizing explanations have been offered of any of the adventures in Odyssey IX.-XII.?

3. How does the hexameter metre of Homer differ from that of Theocritus?

4. Tabulate briefly the chief marks of the Doric dialect. How far do the bucolic school write pure Doric ? Comment on μαθεῦμαι, ἰδησῶ.

5. Comment on—μή μοι κενεὰν ἀπομάξῃς—ἦμος δὲ τρίχα νυκτὸς ἔην—πάντας δ ̓ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ ̓ ὀνομήνω—οὐ πάνυ καλὸς ὡς ἂν καὶ ̓Αδείμαντον ἐκπλῆξαι—γελῶν τὸ Σαρδώνιον—οὐκ ἀριστίνδην ἀλλ ̓ ἀπὸ τιμημάτων γραφὴ παρανόμων.

6. Parse ἐέρχατο, νεῖαι, πέποσθε, ἐπιβείομεν, εἴατο.

7. Comment on

φίλου γὰρ ἐχθρά μοι πατρὸς τέλει ̓ ἀρά
ξηροῖς ἀκλαύστοις ὄμμασιν προσιζάνει
λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.

8. Write down the Attic forms corresponding to μεγάθεα, ἠέρα, ἀπίξεαι, κέαται, κατέαται, γενοίατο, εἱλευμενέων, ἀποδεδέχαται, σεσήμανται, ἰθέως, ἐκπλώσας, ἀπολαμφθέντες, ἐργάσαο, ἐξήε, ἀνέωνται. Account for each (Ionic) form phonetically.

9. Are the following words good Attic? If not, what are their Attic equivalents?

ἐθαγένης, κλῶπες, ᾔδεα, ἀναισιμόω, φρήν, κάρτα, οἰκήτωρ, γλίχομαι, νόμαιον, ἐμφερής, νάκος.

10. Translate

(α) οὐ δεινὸν οὖν δῆτ ̓ ἐστὶν ἡμᾶς δεομένους
ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους
ἔπειτα μὴ ἐξευρεῖν δύνασθαι τὴν ὁδόν;
ἡμεῖς γὰρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ,
νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκα
ὁ μὲν γὰρ ὧν οὐκ ἀστὸς ἐσβιάζεται,
ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι,
ἀστοὶ μετ ̓ ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς
ἀνεπτόμεσθ' ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν,
αὐτὴν μὲν οὐ μισοῦντ ̓ ἐκείνην τὴν πόλιν
τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κεὐδαίμονα
καὶ πᾶσι κοινὴν ἐναποτῖσαι χρήματα.
οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆν' ἢ δύο
ἐπὶ τῶν κραδῶν ᾅδουσ', 'Αθηναῖοι δ' ἀεὶ
ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον.

(6) Ακούετε ὅτι μουνυχιῶνος ἐψηφίσθη τρίτῃ ἱσταμέ νου. ὁ δὲ Κερσοβλέπτης πόσαις πρότερον ἡμέραις ἀπώλεσε τὴν ἀρχὴν πρὶν ἐμὲ ἀπιέναι; ὥς φησι Χάρης ὁ στρατηγὸς καὶ ἡ ἐπιστολή, τοῦ προτέρου μηνός, εἴπερ ἐλαφηβολιών ἐστι μουνυχιῶνος πρότερος. ἐδυνάμην οὖν ἐγὼ σῶσαι Κερσοβλέπτην, ὃς πρὶν ἐμὲ ἐξορμᾶν οίκοθεν ἀπωλώλει;

Επειτα οἴεσθέ τι τοῦτον ἀληθὲς εἰρηκέναι ἢ περὶ τῶν ἐν Μακεδονίᾳ πραχθέντων ἢ περὶ τῶν ἐν Θετταλίᾳ, ὃς τοῦ βουλευτηρίου καὶ τῶν δημοσίων γραμμάτων καὶ τοῦ χρόνου καὶ τῶν ἐκκλησιῶν καταψεύδεται; καὶ τὸν Κερσοβλέπτην ̓Αθήνησι μὲν ἐκσπονδον ἐποίεις πρόεδρος ὤν, ἐν Ωρεῷ δ' ἠλέεις ;

« ก่อนหน้าดำเนินการต่อ
 »