ภาพหน้าหนังสือ
PDF
ePub

EXAMINATION FOR MUS. BAC.

ACOUSTICS.

Professor Lyle.

1. What is meant by a simple vibration, and what are the elements that completely specify it? Describe an experimental method of investigating the forms of compound vibrations.

2. Explain the theory of resonance.

What is the difference between a resonator and the sounding-board of a musical instrument?

3. Describe any accurate method of determining the vibration number (pitch) of a given musical note.

4. Give an historical account of the development of the modern musical scales from those of the ancient Greeks.

5. Explain fully the different considerations that must be taken into account in determining theoretically the relative harmoniousness of given intervals.

SECOND PASS EXAMINATION.

GREEK.-PART I. (TRANSLATION.)

Professor Tucker and Mr. Tubbs.

1. Translate, with brief marginal notes where you think them called for

(α) ΩΚ. οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις ὅτι
ὀργῆς ζεούσης εἰσὶν ἰατροὶ λόγοι;
ΠΡ. ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ

καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.
ΩΚ. ἐν τῷ προμηθεῖσθαι δὲ καὶ τολμᾶν τίνα
ὁρᾷς ἐνοῦσαν ζημίαν ; δίδασκέ με.
ΠΡ. μόχθον περισσὸν κουφόνουν τ ̓ εὐηθίαν.
ΩΚ. ἔα με τήνδε τὴν νόσον νοσεῖν, ἐπεὶ

κέρδιστον εὖ φρονοῦντα μὴ δοκεῖν φρονεῖν.
ΠΡ. ἐμὸν δοκήσει ταμπλάκημ ̓ εἶναι τόδε.
ΩΚ. σαφῶς μ' ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
ΠΡ. μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.
ΩΚ. ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
ΠΡ. τούτου φυλάσσου μή ποτ' ἀχθεσθῇ κέαρ.
ΩΚ. ἡ σὴ, Προμηθεν, ξυμφορὰ διδάσκαλος.
ΠΡ. στέλλου, κομίζου, σῶζε τὸν παρόντα νοῦν.

(6) ΕΡ. λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·
τέγγει γὰρ οὐδὲν οὐδὲ μαλθάσσει κέαρ

λιταῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
πῶλος βιάζει καὶ πρὸς ἡνίας μάχει.
ἀτὰρ σφοδρύνει γ' ἀσθενεῖ σοφίσματι.
αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
αὐτὴ καθ ̓ αὑτὴν οὐδενὸς μεῖον σθένει.
σκέψαι δ', ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
ἔπεισ ̓ ἄφυκτος· πρῶτα μὲν γὰρ ἀκρίδα
φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογί
πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
τὸ σὸν, πετραία δ' ἀγκάλη σε βαστάσει.
μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
ἄψορρον ἥξεις ἐς φάος Διὸς δέ τοι
πτηνὸς κύων δαφοινὸς αἰετὸς λάβρως
διαρταμήσει σώματος μέγα ῥάκος,
ἄκλητος ἔρπων δαιταλεὺς πανήμερος,
κελαινόβρωτον δ ̓ ἦπαρ ἐκθοινήσεται.

(c) ἔστι γὰρ γένει μὲν δήπου ὁ Λεύκων ξένος, τῇ δὲ παρ' ὑμῶν ποιήσει πολίτης ̇ κατ ̓ οὐδέτερον δ' αὐτῷ τὴν ἀτέλειαν ἔστ ̓ ἔχειν ἐκ τούτου τοῦ νόμου. καίτοι τῶν μὲν ἄλλων εὐεργετῶν χρόνον τινα ἕκαστος ἡμῖν χρήσιμον ἑαυτὸν παρέσχεν, οὗτος δ', ἂν σκοπῆτε, φανήσεται συνεχῶς ἡμᾶς εὖ ποιῶν, καὶ ταῦθ ̓ ὧν μάλισθ' ἡμῶν ἡ πόλις δεῖται. ἴστε γὰρ δήπου τοῦθ ̓, ὅτι πλείστῳ τῶν πάντων ἀνθρώπων ἡμεῖς ἐπεισάκτῳ σίτῳ χρώμεθα. πρὸς τοίνυν ἅπαντα τὸν ἐκ τῶν ἄλλων ἐμπορίων ἀφικνούμενον ὁ ἐκ τοῦ Πόντου σῖτος εἰσπλέων ἐστίν. εἰκότως· οὐ γὰρ μόνον διὰ τὸ τὸν τόπον τοῦτον σῖτον ἔχειν πλεῖστον τοῦτο γίγνεται, ἀλλὰ καὶ διὰ τὸ κύριον ὄντα τὸν Λεύκωνα αὐτοῦ τοῖς ἄγουσι ̓Αθήναζε ἀτέλειαν δεδωκέναι, καὶ κηρύττειν πρώτους γεμίζεσθαι τοὺς ὡς ἡμᾶς πλέοντας. ἔχων γὰρ ἐκεῖνος ἑαυτῷ καὶ τοῖς παισὶ τὴν ἀτέλειαν ἅπασι δέδωκεν ὑμῖν. τοῦτο δ ̓ ἡλίκον ἐστὶ, θεωρήσατε.

(α) οὕτω γὰρ ὡς ἀληθῶς ἔμοιγε φαίνεται βεβαίως πως ἐκεῖνος φιλόπολις, ὥστε δοκῶν καὶ ὢν ἀσφα λέστατος στρατηγὸς ἁπάντων, ὑπὲρ μὲν ὑμῶν, ὁπόθ ̓ ἡγοῖτο, ἐχρῆτο τούτῳ, ὑπὲρ αὑτοῦ δὲ, ἐπειδὴ τὸ καθ ̓ αὑτὸν ἐτάχθη κινδυνεύειν, παρεῖδε, καὶ μᾶλλον εἵλετο μὴ ζῆν ἢ καταισχύναι τὰς παρ' ὑμῶν ὑπαρχούσας αὑτῷ τιμάς. εἶθ ̓ ὑπὲρ ὧν ἐκεῖνος ᾤετο δεῖν ἀποθνήσκειν ἢ νικᾶν, ταῦθ' ἡμεῖς ἀφελώμεθα τὸν υἱὸν αὐτοῦ; καὶ τί φήσομεν, ὦ ἄνδρες Αθηναῖοι, ὅταν τὰ μὲν τρόπαια ἐστήκῃ δῆλα πᾶσιν ἀνθρώποις, ἃ ὑπὲρ ὑμῶν στρατηγῶν ἐκεῖνος ἔστησε, τῶν δ ̓ ἐπὶ τούτοις δωρεῶν ἀφῃρημένον τι φαίνηται; οὐ σκέψεσθε, ὦ ἄνδρες Αθηναῖοι, καὶ λογιεῖσθε ὅτι νῦν οὐχ ὁ νόμος κρίνεται, πότερόν ἐστιν ἐπιτήδειος ἢ οὔ, ἀλλ ̓ ὑμεῖς δοκιμάζεσθε, εἴτ ̓ ἐπιτήδειοι πάσχειν ἐστὶ εὖ τὸν λοιπὸν χρόνον εἴτε μὴ ;

2. How has the story of Prometheus been treated in literature since the time of Aeschylus ?

3. Explain the direction of Io's wanderings.

4. Parse

εἰσοιχνεῦσιν, σύθην, ἀφίξαι, ἐκτακείη,

τέθραπται.

5. Explain the method of legislating at Athens. Distinguish between νόμος and ψήφισμα, νομοθέται and θεσμοθέται.

6. Comment on the grammar of

εἰ γάρ μ' ὑπὸ γῆν ἧκεν ..... ὡς μήτε θεὸς μήτε τις ἄλλος τοῖσδ ̓ ἐπεγήθει

and of οὐδεὶς ἀντείποι ταῦτα μὴ οὐ καλῶς ἔχειν

Τ

and on the meaning of ἐνοδίους συμβόλους τὴν δεκάτην ἀποδόσθαι-σίτησις ἐν πρυτανείῳ ἀντίδοσις-γράφειν νόμον, γράφεσθαι νόμον.

7. Translate

Τοιαύταις διανοίαις χρώμενοι καὶ τοὺς νεωτέρους ἐν τοῖς τοιούτοις ἤθεσι παιδεύοντες, οὕτως ἄνδρας ἀγαθοὺς ἀπέδειξαν τοὺς πολεμήσαντας πρὸς τοὺς ἐκ τῆς ̓Ασίας, ὥστε μηδένα πώποτε δυνηθῆναι περὶ αὐτῶν μήτε τῶν ποιητῶν μήτε τῶν σοφιστῶν ἀξίως τῶν ἐκείνοις πεπραγμένων εἰπεῖν. καὶ πολλὴν αὐτοῖς ἔχω συγγνώμην· ὁμοίως γάρ ἐστι χαλεπὸν ἐπαινεῖν τοὺς ὑπερβεβληκότας τὰς τῶν ἄλλων ἀρετὰς ὥσπερ τοὺς μηδὲν ἀγαθὸν πεποιηκότας τοῖς μὲν γὰρ οὐχ ἔπεισι πράξεις, πρὸς δὲ τοὺς οὐκ εἰσὶν ἁρμόττοντες λόγοι. πῶς γὰρ ἂν γένοιντο σύμμετροι τοιούτοις ἀνδράσιν, οἳ τοσοῦτον μὲν τῶν ἐπὶ Τροίαν στρατευσαμένων διήνεγκαν, ὅσον οἱ μὲν περὶ μίαν πόλιν ἔτη δέκα διέτριψαν, οἱ δὲ τὴν ἐξ ἁπάσης τῆς ̓Ασίας δύναμιν ἐν ὀλίγῳ χρόνῳ κατεπολέμησαν, οὐ μόνον δὲ τὰς αὑτῶν πατρίδας διέσωσαν ἀλλὰ καὶ τὴν σύμπασαν Ελλάδα ἠλευθέρωσαν ;

LATIN.-PART I. (TRANSLATION.)
Professor Tucker and Mr. Tubbs.

1. Translate, with brief marginal notes explanatory of
syntactical or other peculiarities and allusions-
(α) Tertia iam Lunae se cornua lumine complent,
Cum vitam in silvis inter deserta ferarum

Lustra domosque traho, vastosque ab rupe
Cyclopas

« ก่อนหน้าดำเนินการต่อ
 »