ÀҾ˹éÒ˹ѧÊ×Í
PDF
ePub

num quid vellet, credo fortunatum matrimonium ei sororis visum suique ipsam paenituisse. Confusam eam ex recenti morsu animi cum pater forte vidisset, percontatus "satin salve" avertentem causam doloris, elicuit comiter rogitando, ut fateretur eam esse causam doloris, quod iuncta impari esset, nupta in domo, quam nec honos nec gratia intrare posset.

GREEK.-PART II. (TRANSLATION.)
Professor Tucker and Mr. Tubbs.

1. Translate, with brief marginal notes where you think them desirable

(a)

τοῦτ ̓ ἀντ ̓ ἐκείνων τούπος αἱροῦμαι σέθεν.
καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ ̓ ἀγαλμάτων,
εὔχου τὰ κρείσσω ξυμμάχους εἶναι θεούς
κἀμῶν ἀκούσασ ̓ εὐγμάτων, ἔπειτα σὺ
ὀλολυγμὸν ἱρὸν εὐμενῆ παιάνισον,
Ελληνικὸν νόμισμα θυστάδος βοῆς,
θάρσος φίλοις, λύουσα πολεμίων φόβον.
ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,
Δίρκης τε πηγαῖς ὕδατά τ ̓ Ἰσμηνοῦ λέγω,
εὖ ξυντυχόντων καὶ πόλεως σεσωσμένης,
μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,
ταυροκτονοῦντας θεοῖσιν, ὧδ ̓ ἐπεύχομαι
θήσειν τροπαῖα, πολεμίων δ' ἐσθήματα,
λάφυρα δᾷων δουρίληφθ ̓ ἁγνοῖς δόμοις.
τοιαῦτ ̓ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,
μηδ' ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν
οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον
ἐγὼ δέ γ' ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ

(6)

ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,
πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους
λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ύπο.

ἀλλὰ γόων, ὦ φίλαι, κατ' οὗρον

ἐρέσσετ' ἀμφὶ κρατὶ πόμπιμον χεροῖν
πίτυλον, ὃς αἰὲν δι' ̓Αχέροντ ̓ ἀμείβεται
τὰν ἄστονον μελάγκροκον

ναύστολον θεωρίδα,

τὰν ἀστιβῆ 'πόλλωνι, τὰν ἀνάλιον,
πάνδοκον εἰς ἀφανῆ τε χέρσον.
ἀλλὰ γὰρ ἥκουσ' αΐδ ̓ ἐπὶ πρᾶγος
πικρὸν ̓Αντιγόνη τ' ἠδ ̓ Ισμήνη,
θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλως
οἶμαί σφ' ἐρατῶν ἐκ βαθυκόλπων
στηθέων ἥσειν ἄλγος ἐπάξιον.
ἡμᾶς δὲ δίκη πρότερον φήμης
τὸν δυσκέλαδόν θ' ὕμνον Ερινύος
ἀχεῖν "Αιδᾳ τ'

ἐχθρὸν παιᾶν ἐπιμέλπειν.

(c) ὅτι τοίνυν οὐδ' εἰ φανερῶς ἔμελλεν ἁλόντος τούτου μηδεὶς εἰσοίσειν μηδ' ἐθελήσειν εἰσπράττειν, οὐδ ̓ οὕτως ἀποψηφιστέον, ἐκ τῶνδε γνώσεσθε. ὑμῖν παρὰ τὰς εἰσφορὰς τὰς ἀπὸ Ναυσινίκου, παρ ̓ ἴσως τάλαντα τριακόσια ἢ μικρῷ πλείω, ἔλλειμμα τέτταρα καὶ δέκα ἐστὶ τάλαντα, ὧν ἑπτὰ οὗτος εἰσέπραξεν, ἐγὼ δὲ τίθημι ἅπαντα. ἐπὶ μὲν δὴ τοὺς ἑκόντας τιθέντας οὐ δεῖσθε ̓Ανδροτίωνος, ἐπὶ δὲ τοὺς ἐλλείποντας. ἔστι τοίνυν ὑμῖν νυνὶ σκεπτέον εἰ τοσούτου τιμᾶσθε τὴν πολιτείαν καὶ τοὺς κειμένους νόμους καὶ τὸ εὐορκεῖν· εἰ γὰρ ἀποψηφιεῖσθε τούτου φανερῶς οὕτω παρὰ τοὺς νόμους εἰρηκότος, δόξετε πᾶσι τὰ χρήματα ταῦτα ἀντὶ τῶν νόμων καὶ τῆς εὐορκίας ᾑρῆσθαι. οὐδ ̓ ἂν εἰ παρ' ἑαυτοῦ δοίη τις ὑμῖν, λαβεῖν ἄξιον, μή τί γε ἐφ ̓ ᾧ ἑτέρους εἰσπράττειν.

(α) ΖΕ. Ηράκλεις, ὦ Ηράκλεις, ἄγροικον τοῦτ ̓ εἴρηκας καὶ δεινῶς Βοιώτιον, ξυναπολέσαι ἑνὶ πονηρῷ τοσούτους καὶ προσέτι τὴν στοὰν αὐτῷ Μαραθῶνι καὶ Μιλτιάδῃ καὶ Κυναιγείρῳ. καὶ πῶς ἂν τούτων ξυμπεσόντων οἱ ῥήτορες ἔτι ῥητορεύοιεν τὴν μεγίστην εἰς τοὺς λόγους ὑπόθεσιν ἀφηρημένοι; ἄλλως τε ζῶντι μέν σοι δυνατὸν ἦν ἴσως ἄν τι καὶ πρᾶξαι τοιοῦτον, ἀφ ̓ οὗ δὲ θεὸς γεγένησαι, μεμάθηκας, οἶμαι, ὡς αἱ Μοῖραι τὰ τοιαῦτα μόναι δύνανται, ἡμεῖς δὲ ἄκυροι αὐτῶν ἐσμεν.

ΗΡ. Οὐκοῦν καὶ ὁπότε τὸν λέοντα ἢ τὴν ὕδραν ἐφόνευον, αἱ Μοῖραι δι' ἐμοῦ ἐκεῖνα ἔπραττον; ΖΕ. Καὶ μάλιστα.

ΗΡ. Καὶ νῦν ἤν τις ὑβρίζῃ εἰς ἐμὲ ἢ περισυλῶν μου τὸν νεὼν ἢ ἀνατρέπων τὸ ἄγαλμα, ἢν μὴ ταῖς Μοίραις πάλαι δεδογμένον ᾖ, οὐκ ἐπιτρίψω αὐτόν; ΖΕ. Οὐδαμῶς.

ΗΡ. Οὐκοῦν ἄκουσον, ὦ Ζεῦ, μετὰ παρρησίας" ἐγὼ γάρ, ὡς ὁ κωμῳδὸς ἔφη, ἄγροικός εἰμι τὴν σκάφην σκάφην λέγων· εἰ τοιαῦτά ἐστι τὰ ἡμέτερα, μακρὰ χαίρειν φράσας ταῖς ἐν οὐρανῷ τιμαῖς καὶ κνίσῃ καὶ ἱερείων αἵματι ἐς τὸν ἅδην ἄπειμι, ὅπου με γυμνὸν τὸ τόξον ἔχοντα κἂν τὰ εἴδωλα φοβήσεται τῶν ὑπ' ἐμοῦ πεφονευμένων θηρίων.

2. Shew by the instance ΑΝ. παισθεὶς ἔπαισας. ΙΣ. σὺ δ' ἔθανες κατακτανών how the language of tragedy differs from that of prose.

3. What is a δευτερολογία ? Distinguish between a speech κατά τινος and a speech πρός τινα. Of which kind is the speech against Androtion, and why?

4. To which forms of modern literature does the work of Lucian come nearest? Explain the attempt of Lucian to write in classical Attic.

5. Comment on the construction or meaning (as the case may be of—λόγος περὶ τοῦ ἀπροβουλεύτου— παραγράφεσθαι νόμον

καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ' ἀσπίδος ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν τάχ' ἂν γένοιτο μάντις ἡ ἀνοία τινι— Πῶλος ἢ ̓Αριστόδημος ἢ Σάτυρος—τὰ θαλάττια σοφὸς ὑπὲρ τὸν Πρωτέα-δαρεικός.

6. Translate

Καίτοι τινὲς ἐπιτιμῶσι τῶν λόγων τοῖς ὑπὲρ τοὺς ἰδιώτας ἔχουσι καὶ λίαν ἀπηκριβωμένοις, καὶ τοσοῦτον διημαρτήκασιν, ὥστε τοὺς πρὸς ὑπερβολὴν πεποιημένους πρὸς τοὺς ἀγῶνας τοὺς περὶ τῶν ἰδίων συμβολαίων σκοποῦσιν, ὥσπερ ὁμοίως δέον ἀμφοτέρους ἔχειν, ἀλλ ̓ οὐ τοὺς μὲν ἀφελῶς, τοὺς δ ̓ ἐπιδεικτικῶς, ἢ σφᾶς μὲν διορῶντας τὰς μετριότητας, τὸν δ ̓ ἀκριβῶς ἐπιστάμενον λέγειν ἁπλῶς οὐκ ἂν δυνάμενον εἰπεῖν. οὗτοι μὲν οὖν οὐ λελήθασιν, ὅτι τούτους ἐπαινοῦσιν, ὧν ἐγγὺς αὐτοὶ τυγχάνουσιν ὄντες. ἐμοὶ δ ̓ οὐδὲν πρὸς τοὺς τοιούτους, ἀλλὰ πρὸς ἐκείνους ἐστὶ, τοὺς οὐδὲν ἀποδεξομένους τῶν εἰκῇ λεγομένων, ἀλλὰ δυσχερανοῦντας, καὶ ζητήσοντας ἰδεῖν τι τοιοῦτον ἐν τοῖς ἐμοῖς, οἷον παρὰ τοῖς ἄλλοις οὐχ εὑρήσουσιν. πρὸς οὓς ἔτι μικρὸν ὑπὲρ ἐμαυτοῦ θρασυνάμενος, ἤδη περὶ τοῦ πράγματος ποιήσομαι τοὺς λόγους.

Additional for Group A of Third Year. 7. Translate, with brief notes if necessaryἀλλ' ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης, καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα, ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν ἧκεν· ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης

πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
τὸν δ' ἐγὼ ἐκβαίνοντα κατ ̓ ἄκνηστιν μέσα νῶτα
πλῆξα· τὸ δ' ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
κὰδ δ' ἔπεσ ̓ ἐν κονίῃσι μακὼν, ἀπὸ δ' ἔπτατο θυμός.
τῷ δ ̓ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
εἴασ ̓ αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,
πεῖσμα δ ̓, ὅσον τ' ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν
πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,
βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν,
ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ ̓ ὤμου
χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν.
καδ δ' ἔβαλον προπάροιθε νεὸς, ἀνέγειρα δ' ἐταίρους
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·

“Ω φίλοι, οὐ γάρ πω καταδυσόμεθ', ἀχνύμενοί περ,
εἰς ̓Αίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ.
ἀλλ ̓ ἄγετ ̓, ἔφρ' ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,
μνησόμεθα βρώμης μηδὲ τρυχώμεθα λιμῷ.

Parse ἦα, κιών, πίομενος, μνησόμεθα.

8. How do you account for the forms μετάσσαι, δέκτο, εἴατο, κρῆθεν ?

LATIN.-PART II. (TRANSLATION.)
Professor Tucker and Mr. Tubbs.

N.B.-Candidates in Group A may omit passages
(b) and (d).

1. Translate, with notes explanatory of syntactical or other difficulties and allusions

(a) AN. Satin illi di sunt própitii? GE. "Nam sát scio,

Si tu áliquam partem aequí bonique díxeris,

« ¡è͹˹éÒ´Óà¹Ô¹¡ÒõèÍ
 »