ภาพหน้าหนังสือ
PDF
ePub
[merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small]

FINAL HONOUR EXAMINATIONS,

FEBRUARY, 1894.

FINAL HONOUR EXAMINATION IN ARTS.

SCHOOL OF CLASSICS AND PHILOLOGY.

GREEK TRANSLATION.

Professor Tucker and Mr. Tubbs.

Translate, with such marginal notes as you think requisite

(a)

ἕκτον λέγοιμ' ἂν ἄνδρα σωφρονέστατον
ἀλκήν τ' ἄριστον μάντιν, 'Αμφιάρεω βίαν
Ομολωίσιν δὲ πρὸς πύλαις τεταγμένος
κακοῖσι βάζει πολλὰ Τυδέως βίαν,
τὸν ἀνδροφόντην, τὸν πόλεως παράκτορα,
μέγιστον"Αργει τῶν κακῶν διδάσκαλον,
Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,
κακῶν τ' ̓Αδράστῳ τῶνδε βουλευτήριον
καὶ τὸν σὸν αὖθις πρόσφορον ἀδελφὸν
ἐξυπτιάζων ὄνομα, Πολυνείκους βίαν,
δίς τ ̓ ἐν τελευτῇ τοϋνομ ̓ ἐνδατούμενος
καλεῖ. λέγει δὲ τοῦτ ̓ ἔπος διὰ στόμα
ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,
καλόν τ' ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
πορθεῖν, στράτευμ' ἐπακτὸν ἐμβεβληκότα.

B

μητρός τε πηγὴν τίς κατασβέσει δίκη;
πατρίς τε γαῖα τῆς ὑπὸ σπουδῆς δορὶ
ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;

(6) οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει.
οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν
γηροβοσκούμεσθ ̓ ὑφ ̓ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν.
οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς
ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,
οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,
οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία
τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,
οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.
ὁ δὲ νεανίαν ἑαυτῷ σπουδάσας ξυνηγορεῖν
ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασι
κατ ̓ ἀνελκύσας ἐρωτᾷ, σκανδάληθρ ̓ ἱστὰς ἐπῶν,
ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.
ὁ δ ̓ ὑπὸ γήρως μασταρύζει, κατ' ὀφλὼν ἀπέρχεται.
(ε) (τῆς γὰρ Λιβύης τὰ μὲν κατὰ τὴν βορηίην θάλασ
σαν, ἀπ' Αἰγύπτου ἀρξάμενοι μέχρι Σολόεντος ἄκρης, η
τελευταὶ τῆς Λιβύης, παρήκουσι παρὰ πᾶσαν Λίβυες
καὶ Λιβύων ἔθνεα πολλὰ,—πλὴν ὅσον Ἕλληνες καὶ
Φοίνικες ἔχουσι τὰ δὲ ὑπὲρ θαλάσσης τε καὶ τῶν ἐπὶ
θάλασσαν κατηκόντων ἀνθρώπων, τὰ κατύπερθε θηρι
ώδης ἐστὶ ἡ Λιβύη· τὰ δὲ κατύπερθε τῆς θηριώδεος,
ψάμμος τέ ἐστι καὶ ἄνυδρος δεινῶς, καὶ ἐρῆμος πάντων.)
ἐπεὶ ὧν τοὺς νεηνίας ἀποπεμπομένους ὑπὸ τῶν ἡλίκων,
ὕδασί τε καὶ σιτίοισι εὖ ἐξηρτυμένους, ἰέναι τὰ πρῶτα
μὲν διὰ τῆς οἰκεομένης,ταύτην δὲ διεξελθόντας ἐς τὴν
θηριώδεα ἀπικέσθαι, ἐκ δὲ ταύτης τὴν ἐρῆμον διεξιέναι
τὴν ὁδὸν ποιευμένους πρὸς ζέφυρον ἄνεμον· διεξελθόν-
τας δὲ χῶρον πολλὸν ψαμμώδεα καὶ ἐν πολλῇσι ἡμέρῃσι
ἰδεῖν δή κοτε δένδρεα ἐν πεδίῳ πεφυκότα και σφεας
προσελθόντας ἅπτεσθαι τοῦ ἐπεόντος ἐπὶ τῶν δενδρέων
καρποῦ· ἁπτομένοισι δέ σφι ἐπελθεῖν ἄνδρας μικροὺς,
μετρίων ἐλάσσονας ἀνδρῶν, λαβόντας δὲ ἄγειν σφέας.

(α) καὶ εἰ καταστρέψονται ἡμᾶς ̓Αθηναίοι, ταῖς μὲν ὑμετέραις γνώμαις κρατήσουσιν, τῷ δ ̓ αὑτῶν ὀνόματι τιμηθήσονται, καὶ τῆς νίκης οὐκ ἄλλον τινὰ ἆθλον ἢ τὸν τὴν νίκην παρασχόντα λήψονται· καὶ εἰ αὖ ἡμεῖς περιεσόμεθα, τῆς αἰτίας τῶν κινδύνων οἱ αὐτοὶ τὴν τιμωρίαν ὑφέξετε. σκοπεῖτε οὖν καὶ αἱρεῖσθε ἤδη ἢ τὴν αὐτίκα ἀκινδύνως δουλείαν, ἢ κἂν περιγενόμενοι μεθ ̓ ἡμῶν τούσδε τε μὴ αἰσχρῶς δεσπότας λαβεῖν καὶ τὴν πρὸς ἡμᾶς ἔχθραν μὴ ἂν βραχεῖαν γενομένην διαφυγεῖν.

(ε) οὗτος δὲ ὁ στόλος ὡς χρόνιός τε ἐσόμενος καὶ κατ' ἀμφότερα, οὗ ἂν δέῃ, καὶ ναυσὶ καὶ πεζῷ ἅμα ἐξαρτυθείς, τὸ μὲν ναυτικὸν μεγάλαις δαπάναις τῶν τε τριηράρχων καὶ τῆς πόλεως ἐκπονηθέν, τοῦ μὲν δημοσίου δραχμὴν τῆς ἡμέρας τῷ ναύτῃ ἑκάστῳ διδόντος καὶ ναῦς παρασχόντος κενὰς ἑξήκοντα μὲν ταχείας τεσσαράκοντα δὲ ὁπλιταγωγούς, καὶ ὑπηρεσίας ταύταις τὰς κρατίστας τῶν τριηράρχων, ἐπιφοράς τε πρὸς τῷ ἐκ δημοσίου μισθῷ διδόντων τοῖς θρανίταις τῶν ναυτῶν καὶ ταῖς ὑπηρεσίαις, καὶ τἆλλα σημείοις καὶ κατασκευαῖς πολυτελέσι χρησαμένων, καὶ ἐς τὰ μακρότατα προθυμηθέντος ἑνὸς ἑκάστου ὅπως αὐτῷ τινὶ εὐπρεπείᾳ τε ἡ ναῦς μάλιστα προέξει καὶ τῷ ταχυναυτεῖν, τὸ δὲ πεζὸν καταλόγοις τε χρηστοῖς ἐκκριθὲν καὶ ὅπλων καὶ τῶν περὶ τὸ σῶμα σκευῶν μεγάλη σπουδῇ πρὸς ἀλλήλους ἁμιλληθέν.

(f) εἰ μὲν οὖν τῆς ἰδίας ἕνεκ ̓ ἔχθρας ἢ τοὺς Θετταλοὺς ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφ' ὑμᾶς, οὐδέν ἂν ἡγεῖτο προσέξειν αὑτῷ τὸν νοῦν· ἂν δὲ τὰς ἐκείνων κοινὰς προφάσεις λαβὼν ἡγεμὼν αἱρεθῇ ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσεσθαι τὰ δὲ πείσειν. τί οὖν ; ἐπιχειρεῖ, θεάσασθ ̓ ὡς εὖ, πόλεμον ποιῆσαι τοῖς ̓Αμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν εἰς γὰρ ταῦθ ̓ εὐθὺς αὐτοὺς ὑπελάμβανεν αὑτοῦ δεήσεσθαι.

« ก่อนหน้าดำเนินการต่อ
 »