ภาพหน้าหนังสือ
PDF
ePub

FINAL HONOUR EXAMINATIONS,

FEBRUARY, 1894.

FINAL HONOUR EXAMINATION IN ARTS.

SCHOOL OF CLASSICS AND PHILOLOGY.

GREEK TRANSLATION.

Professor Tucker and Mr. Tubbs.

Translate, with such marginal notes as you think requisite

(a)

ἕκτον λέγοιμ ̓ ἂν ἄνδρα σωφρονέστατον
ἀλκήν τ' ἄριστον μάντιν, Αμφιάρεω βίαν
Ομολωίσιν δὲ πρὸς πύλαις τεταγμένος
κακοῖσι βάζει πολλὰ Τυδέως βίαν,
τὸν ἀνδροφόντην, τὸν πόλεως παράκτορα,
μέγιστον "Αργει τῶν κακῶν διδάσκαλον,
Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,
κακῶν τ' 'Αδράστῳ τῶνδε βουλευτήριον
καὶ τὸν σὸν αὖθις πρόσφορον ἀδελφεὸν
ἐξυπτιάζων ὄνομα, Πολυνείκους βίαν,
δίς τ' ἐν τελευτῇ τοὔνομ ̓ ἐνδατούμενος
καλεῖ. λέγει δὲ τοῦτ ̓ ἔπος διὰ στόμα
ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,
καλόν τ' ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
πόλιν πατρώαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
πορθεῖν, στράτευμ ̓ ἐπακτὸν ἐμβεβληκότα.

B

μητρός τε πηγὴν τίς κατασβέσει δίκη;
πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ
ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;

(δ) οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει.
οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν
γηροβοσκούμεσθ ̓ ὑφ ̓ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν.
οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφάς
ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων,
οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους,
οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία
τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν,
οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην.
ὁ δὲ νεανίαν ἑαυτῷ σπουδάσας ξυνηγορεῖν
ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασι
κατ ̓ ἀνελκύσας ἐρωτᾷ, σκανδάληθρ ̓ ἱστὰς ἐπῶν,
ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν.
ὁ δ ̓ ὑπὸ γήρως μασταρύζει, κατ' ὀφλὼν ἀπέρχεται.
(ε) (τῆς γὰρ Λιβύης τὰ μὲν κατὰ τὴν βορηΐην θάλασ
σαν, ἀπ ̓ Αἰγύπτου ἀρξάμενοι μέχρι Σολόεντος ἄκρης, η
τελευταὶ τῆς Λιβύης, παρήκουσι παρὰ πᾶσαν Λίβυες—
καὶ Λιβύων ἔθνεα πολλὰ,—πλὴν ὅσον Ἕλληνες καὶ
Φοίνικες ἔχουσι τὰ δὲ ὑπὲρ θαλάσσης τε καὶ τῶν ἐπὶ
θάλασσαν κατηκόντων ἀνθρώπων, τὰ κατύπερθε θηρι
ώδης ἐστὶ ἡ Λιβύη τὰ δὲ κατύπερθε τῆς θηριώδεος,
ψάμμος τέ ἐστι καὶ ἄνυδρος δεινῶς, καὶ ἐρῆμος πάντων.)
ἐπεὶ ὧν τοὺς νεηνίας ἀποπεμπομένους ὑπὸ τῶν ἡλίκων,
ὕδασί τε καὶ σιτίοισι εὖ ἐξηρτυμένους, ἰέναι τὰ πρῶτα
μὲν διὰ τῆς οἰκεομένης,ταύτην δὲ διεξελθόντας ἐς τὴν
θηριώδεα ἀπικέσθαι, ἐκ δὲ ταύτης τὴν ἐρῆμον διεξιέναι
τὴν ὁδὸν ποιευμένους πρὸς ζέφυρον ἄνεμον· διεξελθόν-
τας δὲ χῶρον πολλὸν ψαμμώδεα καὶ ἐν πολλῇσι ἡμέρῃσι
ἰδεῖν δή κοτε δένδρεα ἐν πεδίῳ πεφυκότα και σφεας
προσελθόντας ἅπτεσθαι τοῦ ἐπεόντος ἐπὶ τῶν δενδρέων
καρποῦ· ἁπτομένοισι δέ σφι ἐπελθεῖν ἄνδρας μικροὺς,
μετρίων ἐλάσσονας ἀνδρῶν, λαβόντας δὲ ἄγειν σφέας.

(α) καὶ εἰ καταστρέψονται ἡμᾶς ̓Αθηναίοι, ταῖς μὲν ὑμετέραις γνώμαις κρατήσουσιν, τῷ δ ̓ αὑτῶν ὀνόματι τιμηθήσονται, καὶ τῆς νίκης οὐκ ἄλλον τινὰ ἆθλον ἢ τὸν τὴν νίκην παρασχόντα λήψονται· καὶ εἰ αὖ ἡμεῖς περιεσόμεθα, τῆς αἰτίας τῶν κινδύνων οἱ αὐτοὶ τὴν τιμωρίαν ὑφέξετε. σκοπεῖτε οὖν καὶ αἱρεῖσθε ἤδη ἢ τὴν αὐτίκα ἀκινδύνως δουλείαν, ἢ κἂν περιγενόμενοι μεθ ̓ ἡμῶν τούσὶε τε μὴ αἰσχρῶς δεσπότας λαβεῖν καὶ τὴν πρὸς ἡμᾶς ἔχθραν μὴ ἂν βραχεῖαν γενομένην διαφυγεῖν.

(ε) οὗτος δὲ ὁ στόλος ὡς χρόνιός τε ἐσόμενος καὶ κατ' ἀμφότερα, οὗ ἂν δέῃ, καὶ ναυσὶ καὶ πεζῷ ἅμα ἐξαρτυθείς, τὸ μὲν ναυτικὸν μεγάλαις δαπάναις τῶν τε τριηράρχων καὶ τῆς πόλεως ἐκπονηθέν, τοῦ μὲν δημοσίου δραχμὴν τῆς ἡμέρας τῷ ναύτῃ ἑκάστῳ διδόντος καὶ ναῦς παρασχόντος κενὰς ἑξήκοντα μὲν ταχείας τεσσαράκοντα δὲ ὁπλιταγωγούς, καὶ ὑπηρεσίας ταύταις τὰς κρατίστας τῶν τριηράρχων, ἐπιφοράς τε πρὸς τῷ ἐκ δημοσίου μισθῷ διδόντων τοῖς θρανίταις τῶν ναυτῶν καὶ ταῖς ὑπηρεσίαις, καὶ τἆλλα σημείοις καὶ κατασκευαῖς πολυτελέσι χρησαμένων, καὶ ἐς τὰ μακρότατα προθυμηθέντος ἑνὸς ἑκάστου ὅπως αὐτῷ τινὶ εὐπρεπείᾳ τε ἡ ναῦς μάλιστα προέξει καὶ τῷ ταχυναυτεῖν, τὸ δὲ πεζὸν καταλόγοις τε χρηστοῖς ἐκκριθὲν καὶ ὅπλων καὶ τῶν περὶ τὸ σῶμα σκευῶν μεγάλῃ σπουδῇ πρὸς ἀλλήλους ἁμιλληθέν.

(f) εἰ μὲν οὖν τῆς ἰδίας ἕνεκ ̓ ἔχθρας ἢ τοὺς Θετταλοὺς εί ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφ' ὑμᾶς, οὐδέν ἂν ἡγεῖτο προσέξειν αὑτῷ τὸν νοῦν· ἂν δὲ τὰς ἐκείνων κοινὰς προφάσεις λαβὼν ἡγεμὼν αἱρεθῇ ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσεσθαι τὰ δὲ πείσειν. τί οὖν ; ἐπιχειρεῖ, θεάσασθ ̓ ὡς εὖ, πόλεμον ποιῆσαι τοῖς ̓Αμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν εἰς γὰρ ταῦθ ̓ εὐθὺς αὐτοὺς ὑπελάμβανεν αὑτοῦ δεήσεσθαι.

(9) ΕΡΜ. Μανθάνω, ὅτι πλουτίνδην κελεύεις ἀλλὰ μὴ ἀριστίνδην καθίζειν καὶ ἀπὸ τιμημάτων· ἥκετε οὖν εἰς τὴν προεδρίαν ὑμεῖς οἱ χρυσοῖ. Εοίκασι δ' οὖν, ὦ Ζεῦ, οἱ βαρβαρικοὶ προεδρεύσειν μόνοι, ὡς τούς γε Ελληνας ὁρᾷς ὁποῖοί εἰσι, χαρίεντες μὲν καὶ εὐπρόσωποι καὶ κατὰ τέχνην ἐσχηματισμένοι, λίθινοι δὲ ἢ χαλκοῖ ὅμως ἅπαντες, ἢ οἵ γε πολυτε λέστατοι αὐτῶν ἐλεφάντινοι, ὀλίγον ὅσον τοῦ χρυσοῦ ἐπιστίλβοντες, ὡς ἐπικεχρῶσθαι καὶ ἐπηυγάσθαι μόνον, τὰ δὲ ἔνδον ὑπόξυλοι καὶ οὗτοι μυῶν ἀγέλας ἐμπολιτευομένας σκέποντες, ἡ Βενδὶς δὲ αὕτη, καὶ ὁ *Ανουβις ἐκεινοσὶ, καὶ παρ ̓ αὐτὸν ὁ ̓́Αττις, καὶ ὁ Μίθρης, καὶ ὁ Μὴν, ὅλοι ὁλόχρυσοι καὶ πολύτιμοι ὡς ἀληθῶς.

ΠΟΣ. Καὶ ποῦ τοῦτο, ὦ Ἑρμῆ, δίκαιον, τὸν κυνοπρόσωπον τοῦτον προκαθίζειν μου τὸν Αἰγύπτιον καὶ ταῦτα Ποσειδῶνος ὄντος ;

(1) ὠργεῖος, κηγών, καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας Απις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας ἐν χώρῳ παρ' ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς θηλάζοντά τε χοῖρον. ἀνῷξα δὲ Βύβλινον αὐτοῖς εὐώδη τετόρων ἐτέων σχεδὸν ὡς ἀπὸ λανῶ. βολβός τις κοχλίας ἐξηρέθη ἧς πότος ἁδύς. ἤδη δὲ προϊόντος, ἔδοξ ̓ ἐπιχεῖσθαι ἄκρατον ὦτινος ἤθελ ̓ ἕκαστος· ἔδει μόνον ὦτινος εἰπεῖν. ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο

ἃ δ ̓ οὐδέν, παρεόντος ἐμεῦ· τίν' ἔχειν με δοκεῖς νοῦν ;

“ οὐ φθεγξῇ; λύκον εἶδες,” ἔπαιξέ τις. “ ὡς σοφός,” εἶπεν,

κἠφαπτ ̓ εὐμαρέως κεν ἀπ ̓ αὐτᾶς καὶ λύχνον ἅψας.

LATIN TRANSLATION.

Professor Tucker and Mr. Tubbs.

Translate, with such marginal notes as you think requisite―

(a) DE. Égo, Nausistrata, ésse in hac re cúlpam meritum nón nego:

Séd ea quin sit ígnoscenda. PH. Vérba fiunt mórtuo.

DE. Nám neque neglegéntia tua néque odio id fecit tuo.

Vínolentus fére abhinc annos quindecim muliérculam

Eám ille duxit, únde haec natast: néque postilla umquam áttigit.

Éa mortem obiit, é medio abiit: quí fuit in re hac scrúpulus.

Quam óbrem te oro, ut ália facta túa sunt, aequo animo hóc feras.

NA. Quid ego aequo animo? cúpio misera in hác re nam defingier.

Séd qui id sperem ?

peccaturúm putem?

aetáte porro mínus

Iám tum erat senéx, senectus sí verecundós facit.

Án mea forma atque aétas nunc magis éxpetendast, Démipho?

Quid mi hic adfers, quam óbrem expectem aut spérem porro nón fore?

PH. Exequias Chreméti quibus est cómmodum ire, em témpus est.

Síc dabo: age nunc, Phormionem quí volet lacéssito:

« ก่อนหน้าดำเนินการต่อ
 »