ภาพหน้าหนังสือ
PDF
ePub

5

αὐτῷ τὰ πάντα· καὶ εἰς τὸ Οὐδὲν ἀπ' ἐμαυτοῦ ποιῶ· καὶ εἰς τριάδα καὶ ὅτι εἰς τιμὴν τῆς τριάδος τρεῖς πατριάρχαι, τρεῖς ἱερεῖς, τρεῖς βασιλεῖς, τρεῖς ἀρεταὶ μνημονεύονται.

Χθὲς ἡμῖν, ἀδελφοί, ὁ περὶ τῆς ἀτελευτήτου βασιλείας τοῦ Χριστοῦ λόγος ἐγένετο. Τοῦ ἡμετέρου λόγου ἐν ἀκμῆ μὲν γενομένου τῆς ἀκροάσεως, ἀρκοῦσαν δὲ δεδωκότος τοῖς ἀκροαταίς τὴν ἀπόδειξιν ἀρκοῦσαν δὲ λέγω οὐ πρὸς τὴν ἀξίαν τοῦ κηρυττο10 μένου, ἀλλὰ πρὸς τὴν δύναμιν τοῦ κηρύττοντος· οὐδὲν γὰρ ἔστι τοιοῦτον οὔτε ἐπὶ γῆς οὔτε ἐν οὐρανῷ, ὃ δύναται επαξίως τὴν πολυύμνητον ὑμνῆσαι τοῦ μονογενοῦς ἀξίαν· πολλὰ γὰρ τοῖς προφήταις προανα πεφώνηται περὶ τῆς τοῦ κυρίου Θεοφανείας, πολλὰ 15 τῷ νόμῳ τεθέσπισται, πολλὰ τοῖς ἀποστόλοις κεκήρυκται, πολλὰ τοῖς εὐαγγελισταῖς διηγόρευται, καὶ τῆς ἀξίας οὐδεὶς ἐφικέσθαι δεδύνηται. Εἰ δὲ τοσοῦτοι τοῦ ἁγίου πνεύματος ποταμοὶ ἀένναα καὶ καθαρὰ τὰ ῥεῖθρα ἔχοντες ἐκένωσαν μὲν τὴν δύναμιν τὴν άνθρω20 πίνην, ἐπάξιον δὲ τῆς θείας δυνάμεως οὐδὲν ἐφθέγξαντο, ποῦ φανήσεται βραχυτάτη λόγου ψεκὰς του σαύτης ἀξίας λόγου προκειμένης; Οὐ δύναται θνητή γλῶσσα ἐπαξίως ἀθάνατον ἀνυμνεῖν φύσιν, οὐ χωρεῖ λόγος ἀνθρώπων τὸν κοσμοποιὸν ἐπαξίως ἀνυμνῆσαι 25 τοῦ θεοῦ λόγον. Τί οὖν; Κηρύττομεν ὅσον ἰσχύομεν, ἐπειδὴ ὅσον ὀφείλομεν οὐκ ἐπαρκοῦμεν. Ἐπὶ μὲν οὖν τῶν ἄλλων ἀγώνων οἱ μὲν νικῶντες τους στεφάνους κομίζονται, ἐπὶ δὲ τῶν περὶ θεολογίας πόνων οἱ ὁμολογοῦντες ἡττᾶσθαι τοὺς στεφάνους τῆς εὐγνωμο30 σύνης κομίζονται· ἡττηθῶμεν τοίνυν εἰπόντες καὶ μὴ κατακριθῶμεν σιωπήσαντες.

Αλλ ̓ ἐπειδή, τὸ μὲν γὰρ ἀτελεύτητον, f. 3337 φησίν, ἐδείχθη τῆς βασιλείας, ὅτι παραδίδωσι τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, τουτέστι τὴν οἰκουμένην

1 Io 8, 28

8 ἀρκοῦσαν δὲ δεδωκότος] ἀρκοῦσαν δεδωκότος 28 οἱ ὁμολογοῦντες] οἱ μὲν ὁμολογοῦντες

32 τὸ μὲν γὰρ] τινὲς μὲν γὰρ

τήν ποτε βασιλευθεῖσαν τῇ ἁμαρτία, ὕστερον δὲ βασιλευομένην ὑπὸ τῆς χάριτος, καταλέλειπται δὲ ἀνεξέταστα τὸ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι 5 αὐτῷ τὰ πάντα, ἀναγκαῖον εἰπεῖν τὰ δυνατά, ἵνα μὴ ἡ ἡμετέρα σιωπὴ ὄλισθον κατασκευάση τοῖς ἀγνώμοσιν. Εἰδέναι δὲ δεῖ πάντας ὑμᾶς, ἀδελφοί, ὅτι ἡμεῖς οὐχ ἑκόντες παραλελοίπαμεν, ἀλλ ̓ ὡς ἐντελῆ τὸν λόγον καὶ ἐξητασμένον παραδεδωκότες ἀπὸ τῶν προ10 λαβόντων ἐνομίσαμεν σεσαφηνίσθαι καὶ τὸ ὑπολιμπανόμενον. Εἰς γὰρ σκοπὸς καὶ εἰς λόγος ὁ καὶ τὰ προλαβόντα λύων καὶ τὰ προκείμενα σαφηνίζων κατ' οἰκονομίαν τῷ ἀποστόλῳ ταῦτα λελέχθαι· καὶ ὥςπερ ἐκεῖ τὸ παραδιδόναι τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ 15 πρὸς τὴν τοῦ κηρύγματος δύναμιν οὐ συμφωνεῖ, ἀλλ ̓ ἡ λέξις ἐπιπολαίως εἰσάγεται διὰ τὴν ἀσθένειαν τῶν τὴν πολύθεον πλάνην ἐπανηρημένων γάλα γὰρ ὑμᾶς ἐπότισα, οὐ βρῶμα οὕτω καὶ νῦν τῷ αὐτῷ λόγῳ καὶ τοῦτο λέγεται. Πανταχοῦ γὰρ τῷ 20 ἀποστόλῳ σκοπός δεῖξαι οὐδαμοῦ διαστασιάζουσαν τὴν θείαν φύσιν πρὸς ἑαυτὴν οὐδὲ τὸν υἱὸν ἀντιστα τοῦντα τῷ πατρὶ κατὰ τὴν ἀσεβῆ τῶν Ἰουδαίων ὑπόληψιν· ἔλεγον γὰρ ὅτι Ούτος οὐκ ἔστι παρὰ τοῦ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Μίαν οὖν 25 εἰσάγει φύσιν ἀστασίαστον, μίαν ὁμόνοιαν, ἕνα λόγον, ἓν θέλημα, μίαν ἐξουσίαν, ἕνα θεὸν ἐν πᾶσιν, ἵνα τῆς πολυθέου πλάνης ἐκτέμῃ τὰ βλαστήματα. Απεδεί ξαμεν γάρ, ὡς μέμνηνται οἱ φιλόπονοι τῶν ἀκροατῶν, ὅτι ὁ αὐτὸς λόγος ὁ τῷ πατρὶ τὴν ἀξίαν προςμαρτυ30 ρήσας ταῖς αὐταῖς λέξεσι καὶ ταῖς συλλαβαῖς τὴν

ἀξίαν κηρύττει τοῦ Χριστοῦ· καὶ ὥσπερ ἐκεῖ εἶπεν· Ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν, οὕτως καὶ

2 καταλέλειπται δὲ] καταλέλειπται γὰρ

3. Οταν] ὅτε

9 προλαβόντων] περιλαβόντων

17 I Cor. 3, 2.

23 Io. 9, 16.

29 ὅτι ὁ αὐτὸς] ὅτι αὐτὸς

32 I Cor. 15, 28.

ἐπὶ τοῦ μονογενούς· ̓Αλλὰ τὰ πάντα ἐν πᾶσι Χριστός. Τί οὖν βούλεται τὸ Ὑποταγήσεται; Φάρ μακον κατασκευάζει τῆς ἑλληνικῆς νόσου· οὐ δόγμα ἐκκλησιαστικὸν εἰςάγει, ἀλλ ̓ ὑπόνοιαν ἑλληνικὴν ἐκὁ βάλλει. Εἰ δὲ δεῖ ἀπολύτῳ χρήσασθαι λόγῳ, ὑποταγὴν λέγει τοῦ Χριστοῦ γινομένην τὴν διὰ τῆς ἐκκλησίας· ὅταν γὰρ ἡ ἐκκλησία ὑποταγῇ μηδὲν f. 334r νόθον ἔχουσα μηδὲ κίβδηλον, ἀλλ ̓ εἰλικρινῆ καὶ ἄνοτον προςφέρουσα τῷ θεῷ τὴν διάθεσιν, τότε αὐτῷ 10 γνησίως ὑποταγήσεται.

Βεβιασμένον, φησί, τὸ ῥῆμα καὶ οὐχ ἱκανὸν πείσαι τὸν ἀγνώμονα. Οὐκοῦν ἵνα μάθης, ὅτι ὅσα τοιαῦτα ἀνατίθεται τῷ Χριστῷ, τῇ ἐκκλησία ἐπιθεωρείται τοῦ Χριστοῦ, αὐτόν σοι παραστήσω μάρτυρα τὸν δεσ 15 πότην τῆς ἐκκλησίας· ἀλλὰ μικρὸν ἄνωθεν, ἵνα ἡ σαφῆ τὰ λεγόμενα. Ἕως ἦν ἐν τῷ κόσμῳ τούτῳ κατὰ σάρκα Χριστὸς τὴν ἀνθρωπίνην οἰκονομίαν πληρῶν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, ἐδιώκετο παρὰ Ἰου δαίων καὶ περιηλαύνετο παρὰ τῶν ἐχθρῶν τῆς ἀλη 20 θείας ὁ σωτὴρ τῆς οἰκουμένης καὶ ὑπὸ τῶν ἀπολαυόντων τῆς εὐεργεσίας ή πηγή τῆς εὐεργεσίας ἠγνωμονεῖτο· ὅτε δὲ πᾶσαν ἐπλήρωσε τὴν οἰκονομίαν διὰ τοῦ πάθους, εἰς τοὺς οὐρανίους μετέστη χοροὺς τῷ μὲν σώματι μεθιστάμενος, τῇ δὲ ἀληθείᾳ τὰ πάντα 25 πληρῶν· ἀναλαβὼν δὲ εἰς ὕψος ὅπερ ἐνεδύσατο σῶμα ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς οὐχ οἷόν τινα ξένην καὶ ἀλλοτρίαν δόξαν λαβών, ἀλλὰ τῷ θνητῷ σώματι τὴν τοσαύτην ἀξίαν περιτιθείς. Μετά γ ̓ οὖν τὴν ἀνάληψιν καὶ τῶν πα 30 θῶν τὴν ἀπαλλαγήν, μετὰ τὴν ἀνάστασιν ἐκείνην τὴν πολυύμνητον καὶ τὴν εἰς οὐρανοὺς μετάστασιν ὑπὸ πάσης στρατιάς προςκυνούμενος τῆς ὑπερουρανίου, πάσης αὐτῷ ἀγγελικής δορυφορίας παρεστώσης, οὔ κουν οὔτε ἐν τοῖς θλιβομένοις ὢν οὔτε ἐν τοῖς διω

[blocks in formation]

κομένοις οὔτε ἐν τοῖς περιελαυνομένοις, ἐπειδὴ μεμηνότα τὸν Παῦλον εἶδε κατὰ τῆς ἐκκλησίας, πολύν πνέοντα τὸν θυμὸν κατὰ τῶν ἁγίων, φησὶ πρὸς αὐτὸν ὁ μηδαμοῦ διωκόμενος μετὰ τὸ πάθος, ἀλλ ̓ ἐν τιμῇ 5 τοσαύτῃ καὶ δόξῃ θεϊκῇ διάγων· Σαούλ Σαούλ τί με διώκεις; Καὶ μὴν οὐ σε διώκω· τὴν γὰρ ἐν οὐρανοῖς ἔχεις προεδρίαν. Τί με διώκεις; Οἰκειοῦται τῆς ἐκκλησίας τὰ πάθη. Σαούλ Σαούλ, τί με διώ κεις; Ὁρᾶς, ὅτι ὁ διωγμὸς τῆς ἐκκλησίας ἐπιγρά 10 φεται τῷ Χριστῷ τῇ κεφαλῇ τῆς ἐκκλησίας; Ὥςπερ οὖν διωκομένης τῆς ἐκκλησίας ἑαυτὸν λέγει διώκεσθαι. οὕτω καὶ νῦν ὁ Παῦλος ὑποταττομένης τῆς ἐκκλησίας τὸν Χριστὸν λέγει ὑποτάσσεσθαι.

Λάβε μοι καὶ ἑτέραν ἀπόδειξιν | τοῦ f. 334 15 λόγου· ἐπὶ γὰρ δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα· οὐχ ὡς τῆς δεσποτικής φωνῆς προςδεομένης ἑτέρας μαρτυρίας, ἀλλ ̓ ἐπειδὴ Χριστὸς λαλῶν τοῖς μὲν πιστοῖς πιστός, τοῖς δὲ ἀπί στοις ἀπίθανος τῇ μαρτυρία· οὐ τὴν δεσποτικὴν ὀχυ 20 ροῦμεν φωνήν, ἀλλὰ τὴν αἱρετικὴν ἐπιστομίζομεν ἀγνωμοσύνην. Παῦλος οὗτος παρ' αὐτοῦ τοῦ Χριστοῦ μαθών, ὅτι διωγμὸς ἐκκλησίας εἰς Χριστὸν ἀναφέ ρεται, εἰδὼς λοιπόν, ὅτι δὴ πᾶν ὅπερ ἂν ἡ ἐκκλησία πάθη εἰς Χριστὸν τὴν ἀναφορὰν ἔχει, καὶ αὐτὸς 25 ἀκολουθῶν τοῖς ἴχνεσι τῶν βασιλικῶν λόγων λέγει που ἐν μιᾷ τῶν ἐπιστολῶν ̓Ανταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ. Ἔτι οὖν πάλιν Χριστός θλίβεται μετὰ τὸ ἀνελθεῖν εἰς οὐρανούς; Αλλ' ὅρα τὸ ἐπαγόμενον. ̓Αντανα 30 πληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία. Ορᾶς, ὅπως οἰκει· οὗται τῆς ἐκκλησίας τὰ πάθη καὶ τὴν τιμὴν ὁ Χριστός; Ἐτίμησας ἐκκλησίαν; Χριστὸν ἐτίμησας. Εδίωξας 35 ἐκκλησίαν; Εἰ καὶ μὴ τῇ ὄψει, ἀλλὰ τῇ προαιρέσει

3 πνέοντα] χέοντα

5 Act. 9, 4.

15 Deuteron. 19, 15.

26 ̓Ανταναπληρῶ] ἀναπληρῶ Col. 1, 24.

Χριστὸν ἐδίωξας. Εννόησον, ὅσος ὁ κίνδυνος τῶν τὴν ἐκκλησίαν λυπούντων, ὅσος ὁ στέφανος τῶν τὴν ἐκκλησίαν τιμώντων· ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ, φησὶν ὁ σωτήρ. Γνωρίζω την φωνήν, ὦ δέσποτα, πα 5 τρικῆς ἀκολουθίας ἐχομένην· καὶ γὰρ ὁ πατὴρ τοιαῦτα περὶ τῶν ἀρχαίων αὐτοῦ προφητῶν ἐλάλει οἰκειούμενος τὴν ὕβριν τῶν δικαίων. Οτε γὰρ ̓Αβιμέλεχ ὁ βασιλεὺς Φυλιστιεὶμ ἐλάμβανε τὴν Σάρραν τῷ Αβραὰμ οὖσαν γυναῖκα, λέγει αὐτῷ ὁ θεός· Απόδος 10 τῷ ἀνδρὶ τὴν γυναῖκα, ὅτι προφήτης ἐστὶ καὶ προςεύξεται ὑπὲρ σοῦ. Ὁ δὲ ἀπολογούμενός φησι· Κύριε, οὐκ ᾔδειν, ὅτι γυνὴ αὐτοῦ ἐστιν· ἐν καθαρᾷ καρδίᾳ τοῦτο ἐποίησα. Τί οὖν πρὸς αὐτὸν ὁ θεός; Κἀγὼ ᾔδειν, ὅτι ἐν και 15 θαρᾷ καρδίᾳ τοῦτο ἐποίησας· διὰ τοῦτο ἐφεισάμην σου τοῦ μὴ ἁμαρτάνειν εἰς ἐμέ. Αποδέδεικται τοίνυν, ἀδελφοί, ὅτι πάντα τὰ τῇ ἐκ κλησία ἐπιθεωρούμενα εἰς τὸν Χριστὸν τὴν ἀναφορὰν ἔχει. Λέγει τοίνυν ὁ ἀπόστολος· Υποταγήσεται ὁ υἱός, 20 τουτέστιν ἡ ἐκκλησία τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.

̓Αλλ ̓ ἔστιν ἑτέρα ὁδὸς τῷ ἀγνωμονοῦντι. Τί γάρ; φησίν, ἡ ἐκκλησία γ ̓ οὖν οὐχ ὑποτέτακται, ἀλλὰ τότε ύπο | ταγήσεται μετὰ τὴν ἀνάστασιν ; Ὁ αὐτός f. 335 σοι καταλέγεται πρὸς τὴν ἀντιλογίαν ἔλεγχος, αἱρετικέ. 25 Ο γάρ Χριστός, είπέ μοι, οὐχ ὑποτέτακται νῦν κατὰ τὸν σὸν λόγον; Τὸ γὰρ Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε ὑποταγήσεται καιρὸν εἶχεν ἄν, εἰ ἐν τῷ παρόντι οὐκ ἦν ὑποτεταγμένος· εἰ δὲ κατὰ τὸν σὸν λόγον, αἱρετικέ, πάντοτέ ἐστιν ἐν ὑποταγῇ 30 καὶ οὐδέποτε ἀνθίσταται τῷ πατρί, περιττόν το Όταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε ὑπο ταγήσεται διὰ μυρίων λέξεων προφέρεις αὐτῷ τὴν ὑποταγὴν καὶ εἰς ἕτερον καιρὸν ταμιεύη πάλιν δευ

1 ὅσος] πόσος

3 Luc. 10, 16.

9 Genes. 20, 2-7.

17 τῇ ἐκκλησίᾳ τῆς ἐκκλησίας

26. Τὸ γὰρ Οταν ] ὅτε

« ก่อนหน้าดำเนินการต่อ
 »